Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.18 Joseph. AJ 20.24 (English) >>Joseph. AJ 20.29

20.22ταῦτα δὲ καίπερ σαφῶς αἰσθανόμενος πατὴρ ἐκείνοις μὲν συνεγίνωσκεν ὡς μὴ διὰ κακίαν αὐτὸ πάσχουσιν ἀλλʼ ἤτοι παρὰ τοῦ πατρὸς αὐτῶν ἕκαστον ἀξιῶν εὐνοίας τυγχάνειν, τὸν δὲ νεανίαν, σφόδρα γὰρ ἐδεδοίκει περὶ αὐτοῦ, μὴ μισούμενος ὑπὸ τῶν ἀδελφῶν πάθοι τι, πολλὰ δωρησάμενος πρὸς Ἀβεννήριγον ἐκπέμπει τὸν Σπασίνου χάρακος βασιλέα, παρακατατιθέμενος ἐκείνῳ τὴν τοῦ παιδὸς σωτηρίαν. 20.23 δὲ Ἀβεννήριγος ἄσμενός τε δέχεται τὸν νεανίαν καὶ διὰ πολλῆς εὐνοίας ἄγων γυναῖκα μὲν αὐτῷ τὴν θυγατέρα, Σαμαχὼς δʼ ἦν ὄνομα ταύτῃ, δίδωσι· δωρεῖται δὲ χώραν, ἐξ ἧς μεγάλας λήψοιτο προσόδους. 20.24

Μονόβαζος δὲ ἤδη γηραιὸς ὢν καὶ τοῦ ζῆν ὀλίγον αὐτῷ τὸν λοιπὸν ὁρῶν χρόνον ἠθέλησεν εἰς ὄψιν ἀφικέσθαι τῷ παιδὶ πρὸ τοῦ τελευτῆσαι. μεταπεμψάμενος οὖν αὐτὸν ἀσπάζεται φιλοφρονέστατα, καὶ χώραν δίδωσιν Καρρῶν λεγομένην. 20.25φέρειν δʼ γῆ πλεῖστον τὸ ἄμωμον ἀγαθή· ἔστι δʼ ἐν αὐτῇ καὶ τὰ λείψανα τῆς λάρνακος, Νῶχον ἐκ τῆς ἐπομβρίας διασεσῶσθαι λόγος ἔχει, καὶ μέχρι νῦν ταῦτα τοῖς ἰδεῖν βουλομένοις ἐπιδείκνυται. 20.26διέτριβεν οὖν Ἰζάτης ἐν τῇ χώρᾳ ταύτῃ μέχρι τῆς τελευτῆς τοῦ πατρός. δʼ ἐξέλιπεν ἡμέρᾳ τὸν βίον Μονόβαζος βασιλὶς Ἑλένη μεταπέμπεται πάντας τοὺς μεγιστᾶνας καὶ τῆς βασιλείας σατράπας καὶ τοὺς τὰς δυνάμεις πεπιστευμένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.18 Joseph. AJ 20.24 (English) >>Joseph. AJ 20.29

Powered by PhiloLogic